Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.146 Joseph. BJ 4.154 (English) >>Joseph. BJ 4.160

4.151

Ἐπανισταμένου τε αὐτοῖς ἤδη τοῦ πλήθους, ἐνῆγε γὰρ γεραίτατος τῶν ἀρχιερέων Ἄνανος, ἀνὴρ σωφρονέστατος καὶ τάχα ἂν διασώσας τὴν πόλιν, εἰ τὰς τῶν ἐπιβούλων χεῖρας ἐξέφυγεν, οἱ δὲ τὸν νεὼν τοῦ θεοῦ φρούριον αὑτοῖς καὶ τῶν ἀπὸ τοῦ δήμου ταραχῶν ποιοῦνται καταφυγήν, καὶ τυραννεῖον ἦν αὐτοῖς τὸ ἅγιον.

-- --

παρεκίρνατο δὲ τοῖς δεινοῖς εἰρωνεία, 4.152τὸ τῶν ἐνεργουμένων ἀλγεινότερον· 4.153ἀποπειρώμενοι γὰρ τῆς τοῦ δήμου καταπλήξεως καὶ τὴν αὑτῶν δοκιμάζοντες ἰσχὺν κληρωτοὺς ἐπεχείρησαν ποιεῖν τοὺς ἀρχιερεῖς οὔσης, ὡς ἔφαμεν, κατὰ γένος αὐτῶν τῆς διαδοχῆς. 4.154ἦν δὲ πρόσχημα μὲν τῆς ἐπιβουλῆς ἔθος ἀρχαῖον, ἐπειδὴ καὶ πάλαι κληρωτὴν ἔφασαν εἶναι τὴν ἀρχιερωσύνην, τὸ δὲ ἀληθὲς τοῦ βεβαιοτέρου νόμου κατάλυσις καὶ τέχνη πρὸς δυναστείαν τὰς ἀρχὰς διʼ αὑτῶν καθισταμένοις. 4.155

Καὶ δὴ μεταπεμψάμενοι μίαν τῶν ἀρχιερατικῶν φυλήν, Ἐνιάχιν καλεῖται, διεκλήρουν ἀρχιερέα, λαγχάνει δʼ ἀπὸ τύχης μάλιστα διαδείξας αὐτῶν τὴν παρανομίαν, Φαννί τις ὄνομα, υἱὸς Σαμουήλου κώμης Ἀφθίας, ἀνὴρ οὐ μόνον οὐκ ἐξ ἀρχιερέων, ἀλλʼ οὐδʼ ἐπιστάμενος σαφῶς τί ποτʼ ἦν ἀρχιερωσύνη διʼ ἀγροικίαν. 4.156ἀπὸ γοῦν τῆς χώρας αὐτὸν ἄκοντα σύραντες ὥσπερ ἐπὶ σκηνῆς ἀλλοτρίῳ κατεκόσμουν προσωπείῳ τήν τʼ ἐσθῆτα περιτιθέντες τὴν ἱερὰν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ διδάσκοντες.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.146 Joseph. BJ 4.154 (English) >>Joseph. BJ 4.160

Powered by PhiloLogic